Job 42

1Ὑπολαβὼν δὲ Ιωβ λέγει τῷ κυρίῳ 2Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐθέν. 3τίς γάρ ἐστιν κρύπτων σὲ βουλήν; φειδόμενος δὲ ῥημάτων καὶ σε οἴεται κρύπτειν; τίς δὲ ἀναγγελεῖ μοι οὐκ ᾔδειν, μεγάλα καὶ θαυμαστὰ οὐκ ἠπιστάμην; 4ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. 5ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νυνὶ δὲ ὀφθαλμός μου ἑόρακέν σε· 6διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην, ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. 7Ἐγένετο δὲ μετὰ τὸ λαλῆσαι τὸν κύριον πάντα τὰ ρηματα ταῦτα τῷ Ιωβ. εἶπεν κύριος Ελιφας τῷ Θαιμανίτῃ Ἥμαρτες σὺ καὶ οἱ δύο φίλοι σου· οὐ γὰρ ἐλαλήσατε ἐνώπιόν μου ἀληθὲς οὐδὲν ὥσπερ θεράπων μου ιωβ 8νῦν δὲ λάβετε ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς καὶ πορεύθητε πρὸς τὸν θεράποντά μου Ιωβ. καὶ ποιήσει κάρπωσιν περὶ ὑμῶν· Ιωβ, δὲ θεράπων μου εὔξεται περὶ ὑμῶν, ὅτι εἰ μὴ πρόσωπον αὐτοῦ λήμψομαι· εἰ μὴ γὰρ δι' αὐτόν, ἀπώλεσα ἂν ὑμᾶς· οὐ γὰρ ἐλαλήσατε ἀληθὲς κατὰ τοῦ θεράποντός μου ιωβ 9ἐπορεύθη δὲ Ελιφας Θαιμανίτης καὶ Βαλδαδ Σαυχίτης καὶ Σωφαρ Μιναῖος καὶ ἐποίησαν καθὼς συνέταξεν αὐτοῖς κύριος, καὶ ἔλυσεν τὴν ἁμαρτίαν αὐτοῖς διὰ Ιωβ. 10 δὲ κύριος ηὔξησεν τὸν Ιωβ· εὐξαμένου δὲ αὐτοῦ καὶ περὶ τῶν φίλων αὐτοῦ ἀφῆκεν αυτοις τὴν ἁμαρτίαν· ἔδωκεν δὲ κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ιωβ εἰς διπλασιασμον 11ἤκουσαν δὲ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ αἱ ἀδελφαὶ αὐτοῦ πάντα τὰ συμβεβηκότα αὐτῷ καὶ ἦλθον πρὸς αὐτὸν καὶ πάντες ὅσοι ᾔδεισαν αὐτὸν ἐκ πρώτου· φαγόντες δὲ καὶ πιόντες παρ' αὐτῷ παρεκάλεσαν αὐτόν, καὶ ἐθαύμασαν ἐπὶ πᾶσιν, οἷς ἐπήγαγεν αὐτῷ κύριος· ἔδωκεν δὲ αὐτῷ ἕκαστος ἀμνάδα μίαν καὶ τετράδραχμον χρυσουν ἄσημον. 12 δὲ κύριος εὐλόγησεν τὰ ἔσχατα Ιωβ τὰ ἔμπροσθεν· ἦν δὲ τὰ κτήνη αὐτοῦ πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἑξακισχίλιαι, ζεύγη βοῶν χίλια, ὄνοι θήλειαι νομάδες χίλιαι. 13γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· 14καὶ ἐκάλεσεν τὴν μὲν πρώτην Ἡμέραν, τὴν δὲ δευτέραν Κασίαν, τὴν δὲ τρίτην Ἀμαλθείας κέρας· 15καὶ οὐχ εὑρέθησαν κατὰ τὰς θυγατέρας Ιωβ βελτίους αὐτῶν ἐν τῇ ὑπ' οὐρανόν· ἔδωκεν δὲ αὐταῖς πατὴρ κληρονομίαν ἐν τοῖς ἀδελφοῖς. 16ἔζησεν δὲ Ιωβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔζησεν ἔτη διακόσια τεσσαράκοντα ὀκτώ· καὶ εἶδεν ιωβ τοὺς υἱοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς τῶν υἱῶν αὐτοῦ τετάρτην γενεάν· 17καὶ ἐτελεύτησεν Ιωβ πρεσβύτερος καὶ πλήρης ημερων
LXX: Job.42:17 #A
γεγραπται δε αυτον παλιν αναστησεσθαι μεθ ων ο κυριος ανιστησιν
LXX: Job.42:17 #B
ουτος ερμηνευεται εκ της συριακης βιβλου εν μεν γη κατοικων τη αυσιτιδι επι τοις οριοις της ιδουμαιας και αραβιας προυπηρχεν δε αυτω ονομα ιωβαβ
LXX: Job.42:17 #C
λαβων δε γυναικα αραβισσαν γεννα υιον ω ονομα εννων ην δε αυτος πατρος μεν ζαρε των ησαυ υιων υιος μητρος δε βοσορρας ωστε ειναι αυτον πεμπτον απο αβρααμ
LXX: Job.42:17 #D
και ουτοι οι βασιλεις οι βασιλευσαντες εν εδωμ ης και αυτος ηρξεν χωρας πρωτος βαλακ ο του βεωρ και ονομα τη πολει αυτου δενναβα μετα δε βαλακ ιωβαβ ο καλουμενος ιωβ μετα δε τουτον ασομ ο υπαρχων ηγεμων εκ της θαιμανιτιδος χωρας μετα δε τουτον αδαδ υιος βαραδ ο εκκοψας μαδιαμ εν τω πεδιω μωαβ και ονομα τη πολει αυτου γεθθαιμ
LXX: Job.42:17 #E
οι δε ελθοντες προς αυτον φιλοι ελιφας των ησαυ υιων θαιμανων βασιλευς βαλδαδ ο σαυχαιων τυραννος σωφαρ ο μιναιων βασιλευς
Copyright information for LXX